•  

    La légende du Minotaure,

     

    Plutarque, Vies parallèles, Vie de Thésée, 15-16

     

    Texte, notes, commentaire et corrigé type proposés par W. Desniou :

     

    un grand merci à lui !

     

     

     

     

    Version téléchargeable ici : La légende du Minotaure, texte de Plutarque.pdf »

    Notes de vocabulaire/grammaire téléchargeables ici : Vocabulaire Plutarque, la légende du

    Minotaure

    Icon ographie ici : Iconographie Légende du Minotaure

    Version, notes, iconographie et corrigé : Télécharger corrigé « Plutarque, Thésée 15-16 texte.pdf »

     
     

    Plutarque présente la légende du Minotaure et les différentes versions qui avaient cours à son

    sujet.


    Ὅτι µὲν […] Ἀνδρόγεω περὶ τὴν Ἀττικὴν ἀποθανεῖν δόλῳ δόξαντος ὅ τε Μίνως πολλὰ κακὰ

    πολεµῶν εἰργάζετο τοὺς ἀνθρώπους, καὶ τὸ δαιµόνιον ἔφθειρε τὴν χώραν (ἀφορία τε γὰρ καὶ νόσος

    ἐνέσκηψε πολλὴ καὶ ἀνέδυσαν οἱ ποταµοί) καὶ τοῦ θεοῦ προστάξαντος ἱλασαµένοις τὸν Μίνω καὶ

    διαλλαγεῖσι λωφήσειν τὸ µήνιµα καὶ τῶν κακῶν ἔσεσθαι παῦλαν, ἐπικηρυκευσάµενοι καὶ δεηθέντες

    ἐποιήσαντο συνθήκας, ὥστε πέµπειν δι´ ἐννέα ἐτῶν δασµὸν ἠιθέους ἑπτὰ καὶ παρθένους τοσαύτας,

    ὁµολογοῦσιν οἱ πλεῖστοι τῶν συγγραφέων· τοὺς δὲ παῖδας εἰς Κρήτην κοµιζοµένους ὁ µὲν

    τραγικώτατος µῦθος ἀποφαίνει τὸν Μινώταυρον ἐν τῷ Λαϐυρίνθῳ διαφθείρειν, ἢ πλανωµένους

    αὐτοὺς καὶ τυχεῖν ἐξόδου µὴ δυναµένους ἐκεῖ καταθνῄσκειν, τὸν δὲ Μινώταυρον, ὥσπερ Εὐριπίδης

    φησί, Σύµµικτον εἶδος καὶ ἀποφώλιον βρέφος γεγονέναι καὶ Ταύρου µεµεῖχθαι καὶ βροτοῦ διπλῇ

    φύσει.Φιλόχορος δέ φησιν οὐ ταῦτα συγχωρεῖν Κρῆτας, ἀλλὰ λέγειν ὅτι φρουρὰ µὲν ἦν ὁ

     Λαϐύρινθος οὐθὲν ἔχων κακὸν ἀλλ´ ἢ τὸ µὴ διαφυγεῖν τοὺς φυλαττοµένους, ἀγῶνα δ´ ὁ Μίνως ἐπ´

    Ἀνδρόγεῳ γυµνικὸν ἐποίει καὶ τοὺς παῖδας ἆθλα τοῖς νικῶσιν ἐδίδου, τέως ἐν τῷ Λαϐυρίνθῳ

    φυλαττοµένους· ἐνίκα δὲ τοὺς προτέρους ἀγῶνας ὁ µέγιστον παρ´ αὐτῷ δυνάµενος τότε καὶ

    στρατηγῶν, ὄνοµα Ταῦρος, ἀνὴρ οὐκ ἐπιεικὴς καὶ ἥµερος τὸν τρόπον, ἀλλὰ καὶ τοῖς παισὶ τῶν

    Ἀθηναίων ὑπερηφάνως καὶ χαλεπῶς προσφερόµενος. Ἀριστοτέλης δὲ καὶ αὐτὸς ἐν τῇ Βοττιαίων

    πολιτείᾳ δῆλός ἐστιν οὐ νοµίζων ἀναιρεῖσθαι τοὺς παῖδας ὑπὸ τοῦ Μίνω, ἀλλὰ θητεύοντας ἐν τῇ

    Κρήτῃ καταγηράσκειν.

     

     

     


    votre commentaire


    Suivre le flux RSS des articles de cette rubrique
    Suivre le flux RSS des commentaires de cette rubrique